Μήνυμα Χριστουγέννων από τον Πατριάρχη Ιεροσολύμων
Ο Άρχων (1597 Άρθρα)
Κοινοποιήστε

Μήνυμα Χριστουγέννων από τον Πατριάρχη Ιεροσολύμων

 Ὁ Πατήρ ηὐδόκησε. Ὁ Λόγος σάρξ ἐγένετο.

 Καί ἡ Παρθένος ἔτεκε Θεόν ἐνανθρωπήσαντα

 Ἀστήρ μηνύει. Μάγοι προσκυνοῦσι.

  Ποιμένες θαυμάζουσι καί ἡ κτίσις ἀγάλλεται.

(Τροπάριον Αἴνων τῶν Χριστουγέννων).

 

Ἡ Μία, Ἁγία, Καθολική καί Ἀποστολική τοῦ Χριστοῦ Ἐκκλησία ἑορτάζει σήμερον πανηγυρικῶς μυστήριον «ξένον καί παράδοξον» καί εὐαγγελίζεται τοῦτο  «ἐν χαρᾷ μεγάλῃ σφόδρα»  εἰς ἅπαντα τόν κόσμον ἕως ἐσχάτου τῆς γῆς. Ἡ Ἐκκλησία ἑορτάζει τό ὑπερφυές καί ἐξαίσιον γεγονός ὅτι ὁ Θεός Πατήρ, ὁ Δημιουργός καί Κυβερνήτης τοῦ σύμπαντος, ἐξ ἄκρας ἀγάπης καί εὐσπλαγχνίας κινούμενος, ἀνεδημιούργησε, ἀνεγέννησε καί ἀνέπλασε τόν φθαρέντα ὑπό τῆς ἁμαρτίας ἄνθρωπον, ἐν τῷ προσώπῳ τοῦ Μονογενοῦς Υἱοῦ καί προαιωνίου Λόγου Αὐτοῦ. Ἡ Ἐκκλησία παρέλαβε ἐξ ἀποκαλύψεως ὅτι ἐξεπληρώθη ἡ ἐπαγγελία τοῦ Θεοῦ πρός τούς προφήτας.  Ὅτι, «ὅτε ἦλθε τό πλήρωμα τοῦ χρόνου» (Γαλ. 4, 4), ἐπί Καίσαρος Ὀκταβιανοῦ Αὐγούστου (Λουκ. 2, 1), ἐτέχθη κατά σάρκα εἰς Βηθλεέμ τῆς Ἰουδαίας, ὁ ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου εἰς Ναζαρέτ τῆς Γαλιλαίας σαρκωθείς καί ἐνανθρωπήσας Υἱός καί Λόγος τοῦ Θεοῦ. (Λουκ. 1, 34). Ὁ Χριστός Ἰησοῦς «ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐγένετο ἐν ὁμοιώματι ἀνθρώπων, ἔλαβε δούλου μορφήν, εὑρέθη σχήματι ὡς ἄνθρωπος»  (Φιλιπ2, 6 κ΄ 7), «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπό νόμον, ἵνα οἱ ἄνθρωποι τήν υἱοθεσίαν ἀπολάβωμεν» (Γαλ. 4, 4), ἵνα «γίνωμεν τέκνα Θεοῦ» (Ἰωάν. 1, 12).

 Αὕτη ὑπῆρξεν ἡ οἰκονομία τοῦ Θεοῦ διά τήν ἀνακαίνισιν τῆς ἀνθρωπότητος.  Κατά τόν ἱερόν ὑμνῳδόν, « χώρητος παντί χωρήθη ν γαστρί,  ν κόλποις το Πατρός καί ν γκάλαις τς μητρός». Κατά τόν θεοφόρον τῆς Ἐκκλησίας Πατέρα Ἀθανάσιον τόν Μέγαν, « σώματος καί φθαρτος καί υλος το ΘεοΛόγος παρεγένετο ες τήν μετέραν χώραν καί  νηνθρώπησε, να μες θεοποιηθμεν, φανέρωσεν αυτόν διά σώματος, να μες το οράτου Πατρός ννοιαν λάβωμεν καί ατός πέμεινε τήν παρ’ νθρώπων βριν, να μες θανασίαν κληρονομήσωμεν» (Περί Ἐνανθρωπήσεως, κεφ. 8 κ΄ 54).  Ὡσαύτως κατά τόν θεοφόρον Πατέρα  ἅγιον Κύριλλον Ἀλεξανδρείας, «πέφανεν μν Μονογενής τοῦ Θεοῦ Λόγος, ν  γία Θεοτόκος καί πειρόγαμος Μαρία κ Παρθενικν λαγόνων βλάστησε, τό  ζωοποιόν βλάστημα,  νανθρωπήσας Θεός,  λεύθερος ν δούλου μορφ καθ’ μς δι’ μς, καί σάρξ γένετο- οκ ν νθρώπ γέγονε- λλά σάρξ γέγονε, τοτέστιν νθρωπος, οκ ποβεβληκώς τό εναι Θεός, λλ’ ν προσλήψει σαρκός μεμενηκώς περ ν». ( Ὁμιλία Β΄, Λεχθεῖσα ἐν Ἐφέσῳ, PG 77, 988C-989Α), «μψυχωμένος ψυχ λογικν τ μι ποστάσει το Λόγου σεσαρκωμένῃ» ( Πρός Νεστόριον,  Ἐπιστολή XVII, PG. 77, 116 C).

Εἰς τό ἀποκαλυπτόμενον τοῦτο θειότατον μυστήριον καλεῖται μάρτυς, συμμέτοχος καί συνεργός ἡ ἀνθρωπότης, χάριν τῆς ὁποίας καί ἐτελεσιουργήθη. Ἁπλοῖ  ποιμένες ἀγραυλοῦντες καλοῦνται διά στρατιᾶς  ἀγγέλων, ψαλλόντων εἰς τόν οὐρανόν τοῦτον τῆς Βηθλεέμ, «Δόξα ἐν ὑψίστοις Θεῷ καί ἐπί γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία» (Λουκ. 2, 14 ).  Καλοῦνται, ἵνα ἴδωσι εἰς τά ἴδια καί γνώριμα αὐτῶν, ἤτοι εἰς τήν φάτνην τῶν ἀλόγων ζώων, τόν νεογέννητον Χριστόν. Ἀλλά καί θεράποντες τῆς ἐπιστήμης, μάγοι Περσῶν βασιλεῖς, καλοῦνται κατά τόν ὑμνῳδόν «ὑπό τοῦ οὐρανοῦ δι’ἀστέρος καί προσφέρονται ὡς ἀπαρχή τῆς ἐξ ἐθνῶν Ἐκκλησίας εἰς τό κείμενον Νήπιον ἐν φάτνῃ, τούτους δέ κατέπληττον οὐ σκῆπτρα καί θρόνοι, ἀλλ’ ἐσχάτη πτωχεία, οὐδέν γάρ εὐτελέστερον σπηλαίου, οὐδέν δέ ταπεινότερον σπαργάνων, ἐν οἷς διέλαμψε ὁ πλοῦτος τῆς Θεότητος Αὐτοῦ».

Τήν κατά τήν ἐνανθρώπησιν καί κατά σάρκα γέννησιν, κένωσιν, πτωχείαν καί ὁμοίωσιν κατά πάντα τοῖς ἀνθρώποις ἐκτός ἁμαρτίας ἐνεστερνίσθη ὁ Κύριος καί εἰς ὅλον τόν ἐπί τῆς γῆς βίον αὐτοῦ. Ἐταύτισεν  Ἑαυτόν μετά τοῦ προσλήμματος Αὐτοῦ, ἤτοι τοῦ ἀνθρώπου, εἰς ὅλα τά ἀδιάβλητα ἀνθρώπεια πάθη ἕως καί τόν θάνατον. Διέφυγε τόν κίνδυνον τῆς ἐξουσιαστικῆς μανίας τοῦ Ἡρώδου οὐχί ἐν τῇ θεϊκῇ δυνάμει Αὐτοῦ ἤ ἐν βίᾳ ἀλλά ἐν τῇ ἐνδύσει καί δυνάμει τῆς ἀνθρωπίνης ἀδυναμίας, μετοικῶν ἐκ Βηθλεέμ εἰς Αἴγυπτον καί ἐκεῖθεν δι’ ἀγγέλου εἰς Ναζαρέτ προσκαλούμενος, ἐξ ἧς καί τήν προσωνυμίαν Ναζωραῖος προσέλαβε καί ἐξ ἧς ἐνηλικιωθείς καί βαπτισθείς ὑπό Ἰωάννου εἰς Ἰορδάνην ἐκήρυξεν ἐνιαυτόν Κυρίου δεκτόν. Ἐχάραξε ριζικήν τομήν καί καμπήν εἰς τήν ἀνθρωπίνην ζωήν καί ἱστορίαν, ἤτοι τήν νέαν περίοδον τῆς χάριτος, τῆς Καινῆς Διαθήκης, ἐν ᾗ εὐηργέτησε καί ἰάσατο ἀσθενεῖς, ἀνέστησε νεκρούς καί προσήνεγκεν τῷ Πατρί ἐν τῷ σταυρῷ τό προσληφθέν σῶμα Αὐτοῦ, καί ἀνέστη ἐκ νεκρῶν, ἵνα συναστήσῃ τούς πιστεύοντας εἰς Αὐτόν.

Τό ἔργον Αὐτοῦ τῆς εἰρήνης, συγγνώμης, συνδιαλλαγῆς, δικαιοσύνης, ἁγιασμοῦ καί σωτηρίας, ἀναληφθείς εἰς οὐρανούς ὁ Κύριος, ἀνέθεσεν ἐν Ἁγίῳ Πνεύματι εἰς τούς ἁγίους Αὐτοῦ μαθητάς καί ἀποστόλους, εἰς τό σῶμα Αὐτοῦ, τήν Ἐκκλησίαν. Αὕτη διά μέσου τῶν αἰώνων καί σήμερον, ἀποτελεῖ τήν φανέρωσιν τῆς βασιλείας τοῦ Θεοῦ, τήν ὁποίαν εἰσήγαγεν εἰς τόν κόσμον ὁ μεγάλης βουλῆς ἄγγελος, ὁ ἄρχων τῆς εἰρήνης, ὁ  Ἐνανθρωπήσας Κύριος Ἰησοῦς Χριστός. Αὕτη κατακοσμεῖ τά ἤθη τῶν ἀνθρώπων, κηρύττει, ὡς ἐδιδάχθη παρά τοῦ ἱδρυτοῦ αὐτῆς, εἰρήνην τοῖς μακράν καί τοῖς ἐγγύς, ἀγάπην εἰς τόν πλησίον ἀλλά καί εἰς τόν ἐχθρόν διά μεταμόρφωσιν τοῦ πεπτωκότος κόσμου εἰς παράδεισον, τήν ἐπιστροφήν τοῦ πλανηθέντος ἀνθρώπου εἰς τό πρωτόκτιστον αὐτοῦ κάλλος καί τήν συμμετοχήν αὐτοῦ εἰς τήν δόξαν τοῦ Χριστοῦ παρά τῷ Πατρί.

Ἡ τῶν Ἱεροσολύμων Μήτηρ τῶν Ἐκκλησιῶν μαρτυρεῖ καί διακονεῖ  τό μυστήριον τοῦ ἀγγελικοῦ ὕμνου, τῆς «ἐπί γῆς εἰρήνης καί ἐν ἀνθρώποις εὐδοκίας»,  εἰς τούς τόπους, εἰς τούς ὁποίους τοῦτο ἀπεκαλύφθη. Σήμερον δέ, ἡμέρᾳ τῆς ἑορτῆς τῆς τοῦ Χριστοῦ κατά σάρκα γεννήσεως, βιοῖ τοῦτο εἰς τό ἀπέριττον τοῦτο καί θεοδέγμον Σπήλαιον καί εἰς τήν Κωνσταντίνειον καί Ἰουστινιάνειον ταύτην Βασιλικήν, τήν ἀποτελοῦσαν εὐλογίαν καί προστασίαν ὅλων τῶν κατοίκων  τῆς Ἁγίας Γῆς καί δή τῶν τῆς Βηθλεέμ.

Ἀπό τοῦ ἱεροῦ τούτου ἐκκλησιαστικοῦ μνημείου καταγγέλλομεν πᾶσαν πρᾶξιν τρομοκρατικῆς ἤ καί πολεμικῆς βίας, πᾶσαν πρᾶξιν κατακτήσεως ἤ σφετερισμοῦ ξένων ἐδαφῶν, πυρπολήσεως ἱερῶν σεβασμάτων τῶν θρησκειῶν, βασανισμοῦ ἀνθρώπων καί ἐκμεταλλεύσεως αἰχμαλώτων καί δή ἀμάχων γυναικοπαίδων καί ποιούμεθα ἔκκλησιν ὑπέρ τῶν χριστιανῶν τῆς Ἁγίας Γῆς, ἵνα παραμένωσι εἰς τάς  πατρογονικάς αὐτῶν ἑστίας τῆς Μέσης Ἀνατολῆς, εὐχόμεθα δέ εἰς τό εὐσεβές χριστεπώνυμον ποίμνιον Ἡμῶν εἰς τήν Ἁγίαν Γῆν καί ὁπουδήποτε γῆς καί εἰς τούς προσερχομένους ἐκ περάτων τῆς γῆς εὐλαβεῖς προσκυνητάς τήν χάριν, τήν δύναμιν, τήν εἰρήνην καί τήν εὐλογίαν τοῦ δι’ ἡμᾶς σαρκί νηπιάσαντος καί ἐκ τῆς Ἀειπαρθένου Μαρίας κατά σάρκα τεχθέντος Θεοῦ καί Σωτῆρος ἡμῶν Κυρίου Ἰησοῦ Χριστοῦ.

Ἐν τῇ Ἁγίᾳ Πόλει Βηθλεέμ,    ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2016

Διάπυρος πρός Κύριον εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ΄

 Πατριάρχης  Ἱεροσολύμων