Στην Μονή Παντοκράτορος του Αγίου Όρους ο Μητροπολίτης Σύρου (ΦΩΤΟ)
Άρχων (5465 Άρθρα)
Κοινοποιήστε

Στην Μονή Παντοκράτορος του Αγίου Όρους ο Μητροπολίτης Σύρου (ΦΩΤΟ)

Την Πανήγυρι της Ιεράς Μονής Παντοκράτορος Αγίου Όρους θα τελέσει ο Σεβασμιώτατος κ. Δωρόθεος Β’, κατόπιν προσκλήσεως του Καθηγουμένου αυτής, Πανοσιολ. Αρχιμ. Γαβριήλ και με την άδεια του Παναγιωτάτου Οικουμενικού Πατριάρχου και της Ιεράς Συνόδου.

Το μεσημέρι εγένετο δεκτός στην Ιερά Μονή με κάθε Εκκλησιαστική Τάξη και εκδηλώσεις αγάπης του Ηγουμένου και των Πατέρων αυτής.

Κατά την επίσημη τελετουργία ο Ηγούμενος, Αρχιμ. Γαβριήλ προσεφώνησε τον Σεβασμιώτατο κ. Δωρόθεο Β’, ο οποίος με τη  σειρά του  αντιφώνησε καταλλήλως.

Το κείμενο της αντιφωνήσεώς του παρατίθεται κατωτέρω αυτούσιο και σε βίντεο στο facebook της Ιερας Μητροπόλεως  η προσφώνηση και η  αντιφώνηση.
Το απόγευμα ο Σεβασμιώτατος κ. Δωρόθεος Β’ θα χοροστατήσει κατά το Μικρό Εσπερινό και ακολούθως θα προστεί της Ολονυκτίας στο Καθολικό της Ιεράς Μονής.

 

                                                                                                    ΛΟΓΟΣ ΕΙΣΒΑΤΗΡΙΟΣ

                                                                                  ΕΙΣ ΤΗΝ ΙΕΡΑΝ ΜΟΝΗΝ ΠΑΝΤΟΚΡΑΤΟΡΟΣ

                                                                                                      (5/18 Αὐγούστου 2017)

 

         Πανοσιολογιώτατε Ἅγιε Ἡγούμενε, Πανοσιώτατοι Πατέρες καί ἀδελφοί,

Ὑμνοῦμεν, εὐλογοῦμεν καί εὐχαριστοῦμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, τῷ εὐδοκήσαντι, διά τῆς ἐνδόξου Μεταμορφώσεως τοῦ Υἱοῦ καί Λόγου Αὐτοῦ, τό πρό αἰώνων κεκαλυμμένον μυστήριον τῆς σωτηρίας ἡμῶν ἐπ’ ἐσχάτων φανερῶσαι καί διά τῆς ἐκ νεφέλης γενομένης οὐρανόθεν φωνῆς Του τά τῶν Προφητῶν προκηρυχθέντα βεβαιῶσαι καί εἰς την προς Αὐτόν τελείαν υἱοθεσίαν καί οἰκειότητα ἅπαντας προσκαλέσαι, τῷ καί τὰ βήματα ἡμῶν κατευθύναντι ἀπό τῆς ναυσικλυτῆς καί ναυκρατούσης νήσου Σύρου εἰς τό περιβόλιον τῆς Κυρίας Θεοτόκου, καί δή κατά τόν ἀφιερωμένον εἰς αὐτήν Θεομητρικόν μῆνα Αὔγουτον, εἰς τό ὁποῖον χιλιάδες ψυχῶν διήνυσαν καί διανύουν καί θά διανύουν τόν μοναστικόν αὐτῶν δόλιχον, νυχθημερόν ὑπέρ τῆς  ἑαυτῶν σωτηρίας, τῆς τῶν Ἁγίων τοῦ Θεοῦ Έκκλησιῶν εὐσταθείας καί τῆς τοῦ σύμπαντος κόσμου ἀσφαλείας δεομένων, καί καταξιώσαντι διά τρίτην ἤδη φοράν τῆς Πανηγύρεως Ἱερᾶς ἐν αὐτῷ Μονῆς, μετά τήν τῆς τοῦ Ξενοφῶντος καί τῆς τοῦ Βατοπαιδίου Μεγίστης καί Βασιλικῆς,  συμμετασχεῖν.

Καί ἰδού ὁ Κύριος ἠξίωσεν ἡμᾶς, ἐκ τῆς Παναγιοφυλάκτου Μητροπόλεως Σύρου εἰς τό «θεῖον φροντιστήριον τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ», λύσαντας τούς ἱμάντας τῶν ὑποδημάτων ἡμῶν, προσελθεῖν, μετά πάντων ὑμῶν συνελθεῖν καί τῆς ἀρρήτου ἐπί τῇ ἱερᾷ τῆς Μεταμορφώσεως τοῦ Κυρίου μνήμῃ χαρᾶς καί ἀγαλλιάσεως πνευματικῆς συγκοινωνῆσαι  ὑμῖν.

Γόνυ καρδίας κλίναντες, δοξολογοῦμεν ἐν πρώτοις τόν Κύριον, τόν τήν ἡμετέραν ἀναξιότητα τοιαύτης καί τοσαύτης ἀξιώσαντα τιμῆς, τά ἱερά, τουτέστιν σεβάσματα  τῆς «Βασιλικῆς καὶ Πατριαρχικῆς Μονῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Παντοκράτορος» προσκυνῆσαι καί τήν πολυτίμητον τῆς ἀειπαρθένου Μητρός Αὐτοῦ τῆς “Γεροντίσσης” ἐφέστιον εἰκόνα ἀσπασθῆναι.

Καθηκόντως δέ καί ὀφειλετικῶς εὐχαριστοῦμεν τήν Αὐτοῦ Θειοτάτην Παναγιότητα, τόν Οἰκουμενικόν Πατριάρχην κ. Βαρθολομαῖον, διά τήν προφρόνως τε καί πατρικῶς ὑπ’ αὐτοῦ χορηγηθεῖσαν ἡμῖν πρός τοῦτο ἄδειαν καί εὐλογίαν.

Χάριτας δ’ εὐχαριστηρίους καί πρός ὑμᾶς ἄγομεν, Ἅγιε Ἡγούμενε Γαβριήλ, ἄξιε κατά πάντα διάδοχε τοῦ πρώτου, μετά τήν ἐπάνοδόν της εἱς τό ἀρχαῖον Κοινοβιακόν σύστημα Καθηγουμένου ἀοιδίμου Βησαρίωνος, τοῦ πολλά ὑπέρ αὐτῆς μοχθήσαντος καί διά ταῦτα νέου κτίτορος αὐτῆς ἀνακηρυχθέντος, διά τήν φιλάδελφον πρόσκλησιν λειτουργικῶς παραστῆναι μεθ’ ὑμῶν καί τῆς περί ὑμᾶς Μοναστικῆς Ἀδελφότητος, εἰς τήν  εὔσημον ἡμέραν ταύτην, ἐν ᾗ ἡ ἀρίζηλος ταύτη καί «πολλά εὔμορφος», κατά Ἰωάννην Κομνηνόν, Ἱερά Μονή τήν τῆς Μεταμορφώσεως τοῦ Κυρίου ἑορτήν ἀξιοχρέως ἑορτάζει καί τιμᾶ.

Τήν μεγίστην ταύτην Δεσποτικήν Πανήγυριν εἰς τόν ἐν Ἑρμουπόλει Σύρου φερώνυμον Ἱερόν Μητροπολιτικόν Ναόν, ὅν τῷ 1824 οἱ ἐκ τῶν Κυδωνιῶν, τῆς Χίου καί τῶν Ψαρῶν τῆς σφαγῆς πεφευγότες ἐν εὐγνωμοσύνῃ πρός τόν Σωτῆρα αὑτῶν καί τοῦ Γένους ἡμῶν ἀνήγειραν, ἤδη τιμήσαντες, ἤλθομεν συνεορτάσαι καί αὖθις αὐτήν εἰς τήν καθ` ὑμᾶς ἱστορικήν Ἱεράν Μονήν, ἥν Αὐτοκράτωρ Ἀλέξιος Α’ ὁ Κομνηνός ἵδρυσεν, κτίτορες δ’ αὐτῆς οἱ αὐτάδελφοι Ἀλέξιος, ὁ μέγας Στρατοπεδάρχης  καί ᾿Ιωάννης, ὁ Μέγας Πριμικήριος ἐγένοντο, ὧν τό μνημόσυνον ἀξιοχρέως ἐπιτελέσομεν, καί τρόπον τινά ἐπανευαγγελισθῆναι εἰς τά σωτηριώδη μηνύματα αὐτῆς, ταῖς ἀκτῖσι τῆς ὑπερφώτου λαμπρότητος τοῦ Κυρίου τήν τῶν ἡμετέρων ψυχῶν ἀμαυρότητα φωτίσαι καί τάς κηλῖδας τῶν ἁμαρτιῶν ἡμῶν ραντισμῷ τοῦ ἐλέους Αὐτοῦ ἀποσμῆξαι.

Πανοσιολογιώτατε Ἠγούμενοι καί Ὁσιώτατοι άδελφοί!

Τοῖς τῆς ψυχῆς ὄμμασιν τόν Κύριον, ἐν μεταξύ Μωυσέως καί Ἠλιοῦ μεταμορφούμενον θεώμενοι, μετά Πέτρου, Ίακώβου καί Ἰωάννου, τῶν παρεστώτων μαθητῶν Αὐτοῦ,  ἐκ τοῦ «καθαροτάτου, εἰλικρινοῦς καί ἀΰλου», κατά Μεγάλον Βασίλειον, ἀκτίστου φωτός καταπληττόμενοι, μετά τοῦ Πέτρου τό «καλόν ἐστίν ἡμᾶς ᾧδε εἶναι», ἀναφωνοῦμεν.

Τοῦ Σωτῆρος, ὅμως, τό «ἐγέρθητε καὶ μὴ φοβεῖσθε» ἐντελλομένου ἡμῖν, ἐκ τοῦ Θαβώρ τῆς καθ’ ὑμᾶς Ἱερᾶς Μονῆς καταβησόμεθα, ἵνα μετά πλείονος δυνάμεως τήν μαρτυρίαν τῆς Ἁγίας καί Ἀμωμήτου Ὀρθοδόξου ἡμῶν πίστεως ἐν τῇ καθ’ ἡμᾶς Ἱερᾷ Μητροπόλει κομισὠμεθα καί, τήν πολυτάραχον τῆς ἡμετέρας Σταυρικῆς Ἀρχιερατικῆς Διακονίας  θάλασσαν διαπλέοντες, μεθ’ ὑπομονῆς τόν τῶν ἐναντίων ἀνέμων κλύδωνα ὑπομένωμεν.

Ἀπερχόμενοι μετ’ οὐ πολύ ἐκ τῆς ὑμετέρας θεοστηρίκτου μάνδρας, ἔχοιμεν μεθ` ὑμῶν  σύμμαχον κραταιόν τό νέφος τῶν ὑμετέρων πρός Κύριον ἀκοιμήτων προσευχῶν,  τήν Πλατυτέραν νεφέλης Σκέπην τοῦ Κόσμου πρός ἡμᾶς καί τόν περί ἡμᾶς ἱερόν Κλῆρον, τά Μοναχικά Τάγματα και τόν φιλόχριστον ἐφελκουσῶν Λαόν, ὧν ὑπόμνησιν διαρκῆ καί λήθης ἐμπόδιον τῆς προσκυνηματικῆς ἐνταῦθα καί λειτουργικῆς ἐλεύσεως ἡμῶν, προσφέρομεν ὑμῖν ράβδον ποιμαντικήν, Ράβδον δυνάμεως τῆς ἐχέφρονος ὑμετέρας κατά Χριστόν καί πρός Χριστόν ἡγουμενείας δηλωτικήν, τοῖς μεν εὐπειθέσιν ὑποστηρικτικήν, τοῖς δ’ ἀπειθέσιν ἐπιστυπτικήν, εὐχόμενοι ὅπως ὁ  ἀτρέπτως καί ἀναλλοιώτως ἐνανθρωπήσας και ἐπί τοῦ ὄρους τοῦ Θαβώρ μεταμορφωθείς Χριστός ὁ Θεός ἡμῶν, διά πρεσβειῶν τῆς Μεγαλόχαρης καί Γεροντίσσης Μητρός Αὑτοῦ     «περιζωννύῃ ὑμᾶς δύναμιν καί θέτῃ ἄμωμον τήν ὁδόν ὑμῶν», ἐν ἀμφιλαφεῖ τε καί ἀμεταπτώτῳ ὑγείᾳ ὑμᾶς καό ἅπασαν τήν περί ὑμᾶς Μοναστικήν Ἀδφελφότητα τηρῶν, ἀπειράστους κακῶν, ἀτρώτους φανερῶν τε καί ἀφανῶν ἐπιβουλῶν, ἀπείρους τε κινδύνων καί  πραγμάτων λυπηρῶν, ἵνα  καρποφοροῦντες ἐν τῇ κατὰ Χριστὸν ἀσκήσει καὶ ἁγνῇ πολιτείᾳ ὡς ἀγροὶ πολύκαρποι, ἀξιωθῆτε  τῆς βασιλείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν Ἁγίων.

Ἀμήν.

Ι. Μ. Σύρου