Συγχαρητήρια επιστολή του Οικ. Πατριάρχη προς τον νέο Πατριάρχη Σερβίας

Ακολουθεί η συγχαρητήρια επιστολή της Α.Θ.Παναγιότητος του Οικουμενικού Πατριάρχου Βαρθολομαίου προς τον νεοεκλεγέντα Μακαριώτατο Πατριάρχη Σερβίας Πορφύριο:

Μακαριώτατε καί Ἁγιώτατε Πατριάρχα Σερβίας, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί περιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος κύριε Πορφύριε, τήν Ὑμετέραν σεβασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.

«Καί ἔδωκεν κλήρους αὐτῶν, καί ἔπεσεν ὁ κλῆρος ἐπί Πορφύριον, καί συγκατεψηφίσθη μετά τῶν ἔνεδεκα Ἀποστόλων» (Πρβλ. Πραξ. 1, 26).

Τάς πλήρεις Πνεύματος Ἁγίου σκηνάς ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων ἐβιώσαμεν ἐκ νέου καί σήμερον, κατά τάς ἐργασίας τῆς περί ἡμᾶς Ἁγίας καί Ἱερᾶς Συνόδου, πληροφορηθέντες τήν ἐπαξίαν ἐκλογήν τῆς Ὑμετέρας θεοπροβλήτου Μακαριότητος εἰς διαδοχήν τοῦ πρότριτα εἰς Κύριον μεταστάντος ἀοιδίμου Πατριάρχου Εἰρηναίου.

Αἱ ψῆφοι τῶν ἐκλεκτόρων Ὑμῶν ἔφθασαν ἐνώπιον Θεοῦ καί Οὗτος διά τῆς κληρωτίδος ὡμίλησε στοργικῶς πρός τόν ἀπορφανισθέντα ἱερόν κλῆρον καί τόν περιούσιον λαόν τῆς καθ’ Ὑμᾶς Ἁγιωτάτης Ἐκκλησίας Σερβίας. Οὕτω προσετέθη εἷς ἀκόμη πεφιλημένος ἀδελφός εἰς τήν χορείαν τῶν διαδόχων τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σάββα, Ἀρχιεπισκόπου Σερβίας, τοῦ λαβόντος τήν χειροτονίαν καί τήν τιμήν τοῦ Αὐτοκεφάλου ἐκ τῶν χειρῶν τοῦ Προκατόχου ἡμῶν Μανουήλ ἐν Νικαίᾳ. Σήμερον τό πλήρωμα τῆς Ἐκκλησίας τῆς Σερβίας ἑορτάζει τήν ὑπαπαντήν τοῦ κανονικοῦ αὐτῆς προστάτου καί ποιμενάρχου. Σήμερον ὑποδέχονται Ὑμᾶς ἡ χαρά, ἡ εὐθύνη, οἱ κόποι, αἱ ἀγωνίαι, ὁ ἀγών τοῦ Χριστοῦ ὑπέρ πάσης ψυχῆς Χριστιανῶν Ὀρθοδόξων, εὑρισκομένης ἐντός τῶν ὁρίων τῆς τοπικῆς Ὑμῶν Ἐκκλησίας.

Ταῦτα ἐνθυμηθέντες καί μνημονεύσαντες μετά τῶν περί ἡμᾶς Ἱερωτάτων Συνοδικῶν Ἱεραρχῶν, τῶν καί ὑπερτίμων, τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἀδελφῶν καί συλλειτουργῶν, ἐδοξολογήσαμεν ἔτι ἅπαξ τό προσκυνητόν Ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τοῦ περιθάλποντος τά ἀπορφανισθέντα κατά πνεῦμα τέκνα τῆς Ἐκκλησίας καί παραμυθοῦντος στοργικῶς τάς θλίψεις αὐτῶν διά ποιμένων ἱκανῶν καί γνησίων.

Εὐχόμεθα, Μακαριώτατε ἅγιε ἀδελφέ, ὅπως ἡ ἀνατείλασα Πατριαρχία Ὑμῶν ᾖ μακρά, ἀνέφελος, εὐοίωνος, ἀνακαινιζομένη ὑπό τοῦ Ἁγίου Πνεύματος καί ἀνακαινίζουσα δι᾽ Αὐτοῦ. Ἑδραία βάσις καί θεμέλιον ἄσειστον τῆς ποιμαντορίας Ὑμῶν ἔσται ἡ προσήλωσις Ὑμῶν εἴς τε τούς Θείους καί Ἱερούς Κανόνας οὐ μήν ἀλλά καί εἰς αὐτήν ταύτην τήν μαρτυρικῶς καθηγιασμένην πρᾶξιν καί παράδοσιν τῆς Ἐκκλησίας, τήν διασῳζομένην ἐν τοῖς κειμένοις, τοῖς ἔργοις καί τοῖς Ἀρχείοις ἡμῶν. Ἐπ᾽ αὐτῆς τῆς ὁδοῦ πορευόμενος, θέλετε μετά βεβαιότητος ἐπιτύχει εἰς τό εἰς ὅ ἐκλήθητε, χάριτι Θεοῦ, ἔργον.

Συγχαίρομεν εὐλόγως καί μετ᾽ ἐλπίδος συναγαλλόμεθα Ὑμῖν ἐκ τῆς Μητρός Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, τῆς γεννησάσης, ἐκθρεψάσης καί ἐν εὐθύναις ἀεί σκεπούσης ἀδιαστίκτως πάσας τάς ἐκ τοῦ πανιέρου σώματος αὐτῆς γεννηθείσας τοπικάς Ἐκκλησίας, ἐν αἷς καί ἡ Ὑμετέρα, διά τήν σήμερον γενομένην, χρησταῖς ἐλπίσι, Θεοστήρικτον ἐκλογήν Ὑμῶν.

Κατασπαζόμενοι οὖν φιλήματι ἁγίῳ καί αὖθις τήν Ὑμετέραν ὑπερλίαν ἀγαπητήν καί σεβασμίαν Μακαριότητα, διατελοῦμεν Αὐτῆς ἀγαπητός ἐν Χριστῷ ἀδελφός καί συλλειτουργός.

‚βκα´ Φεβρουαρίου ιη’

Διαβάστε ακόμα
Share on facebook
Share on twitter
Share on linkedin