Η Ακολουθία της νέας Αγίας Γαβριηλίας – Ασκήτριας της Αγάπης

Ἡ ὁσία καὶ θεοφόρος μήτηρ ἡμῶν Γαβριηλία, κατὰ κόσμον Αὐρηλία Παπαγιάννη, ἐγεννήθη ἐν Κωνσταντινουπόλει τῇ 2ᾳ Ὀκτωβρίου τοῦ 1897. Ἐστολισμένη παιδιόθεν διὰ τῆς θείας χάριτος κατεκόσμησε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν τοῖς μαργαρίταις τῆς ἀγάπης, τῆς πίστεως καὶ τῆς ψυχικῆς αὐτῆς κενώσεως λόγοις καὶ πράξεσι τῇ ὑπηρεσίᾳ τοῦ πλησίον. Μοναχὴ τῆς Ὀρθοδόξου Ἐκκλησίας διεκρίθη ὡς πνευματικὴ χειραγωγὸς ψυχῶν πρὸς σωτηρίαν. Νοῦς πνευματώδης καὶ εὐφυέστατος ἐβοήθει τοῖς πλησίον προθύμως μὴ φειδομένη χρόνου καὶ κόστους. Ἡ ἀκτινοβόλος ὄψις τῆς μορφῆς αὐτῆς ἐμαρτύρει τὴν ἐσωτερικὴν αὐτῆς καθαρότητα καὶ ἐν Χριστῷ ζωήν. Ἡγίασε διὰ τῆς αὐτῆς ἀκραιφνοῦς πολιτείας τὴν Θεσσαλονίκην, ἐν ᾗ οἰκογενειακῶς κατέφυγε μετὰ τὴν ἀνταλλαγὴν τῶν πληθυσμῶν καὶ εἰς τὴν φιλοσοφικὴν σχολὴν τῆς ὁποίας ἐφοίτησεν, τὰς Ἀθήνας, ἐν αἷς ἠργάσθη καὶ κατέδειξε σπλάγχνα τῶν αὐτῆς οἰκτιρμῶν καὶ τὴν Ἀγγλίαν, ἐν ᾗ ἔλαβε τὸ πτυχίον τοῦ χειροποδιστοῦ, προσήνεγκε τὰς αὐτῆς ἀναργύρους ὑπηρεσίας πᾶσιν, ἰδιαιτέρως τοῖς ἐκεῖ ἐνοικοῦσι Κυπρίοις ἀδελφοῖς, καὶ ὡμολόγησε τὴν αὐτῆς φιλοπατρίαν καὶ τὸ γνήσιον Ὀρθόδοξον φρόνημα.

Εἶτα ἀνεχώρησε δι’ Ἰνδίαν, ἔνθα διέπρεψεν ὡς ἱεραπόστολος τῶν ἐθνῶν, τυφλοῖς καὶ λεπροῖς ἀρήγουσα καὶ ζητοῦσα τὰ ἀπολωλότα πρόβατα. Εἰς Βηθανίαν τῆς Ἁγίας Γῆς φθάσασα ὑπείκει τῷ ἐκεῖ ὁσίῳ προεστῶτι καὶ ταῖς ἴχνεσι τῶν παλαιῶν ἀσκητριῶν ἠκολούθησε. Λαβοῦσα ἐν Πάτμῳ τὸ μικρὸν ἀγελικὸν σχῆμα ὑπὸ τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀμφιλοχίου Μακρῆ, ἐκίνησε δι’ ἱεραποστολικὰς περιοδείας αὖθις εἰς Ἰνδίας καὶ εἰς Δανίαν, Σουηδίαν, Γερμανίαν, Ἑλβετίαν καὶ Αὐστρίαν διὰ νὰ καταλήξῃ εἰς τὸ κλεινὸν τῶν Ἀθηνῶν ἄστυ. Ἐν αὐτῷ φιλοξενηθεῖσα ὑπὸ τοῦ ὁσίου πατρὸς Ἀγαθαγγέλου, τοὐπίκλην Μιχαηλίδου, παρεχωρήθη αὐτῇ ὁ «οἶκος τῶν Ἀγγέλων», τοὐτέστιν στέγη φοιτητῶν διὰ τὴν στέγασιν τῆς αὐτῆς ἀκενώτου ἀγάπης. Εἰς Αἴγιναν εἶτα ἐλθοῦσα κατέλαβε τὸ ἡσυχαστήριον τῆς Ἁγίας Σκέπης πλησίον τῆς Μονῆς τοῦ Ἁγίου Νεκταρίου, ὃ ἔδειξε φρέαρ προσφορᾶς καὶ πυξίδα πιστοῖς πρὸς σωτηρίαν.

Τέλος μετὰ τὴν προσβολὴν αὐτῆς ὑπὸ καρκίνου καὶ τῇ θείᾳ ἐπεμβάσει θεραπείαν αὐτῆς κατέληξεν εἰς νῆσον Λέρον, ἔνθα θεοφιλῶς καὶ ὁσίως ἀσκήσασα παρέδωκε τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ ζῶντος τῆ 28ῃ Μαρτίου τοῦ σωτηρίου ἔτους 1991.

ΔΙΑΒΑΣΤΕ ΕΔΩ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ

Διαβάστε ακόμα